Anda di halaman 1dari 32

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ.

117, 14)
Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2)
*************************************************
******************
Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

Α Κ Ο Λ Ο Υ Θ Ι Α
ΤΩΝ ΕΝ ΟΣΙΟΙΣ ΠΑΤΕΡΩΝ
ΚΟΛΛΥΒΑΔΩΝ

*
*
* * * * *
*
*
2

Ἀθῆναι 2008

Α Κ Ο Λ Ο Υ Θ Ι Α
ΤΩΝ ΕΝ ΟΣΙΟΙΣ ΠΑΤΕΡΩΝ
ΚΟΛΛΥΒΑΔΩΝ
Ψαλλομένη τῇ Πρώτῃ Κυριακῇ μετὰ τὸ θερινὸν
ἡλιοστάσιον, ἤτοι τὴν ΚΑ΄ Ἰουνίου.
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

****************************
****************
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ
Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν
τὰ ἑξῆς Προσόμοια·
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν Κολλυβάδων Ἁγίων


χορείαν πάνσεπτον,
ἀνθισταμένην πίστει
τῶν ἠθῶν ἀλλοιώσει
ἡμῶν τῶν Ὀρθοδόξων καὶ τὴν ὁδὸν
ἡσυχίας καὶ νήψεως
δεικνῦσαν πᾶσι τιμήσωμεν εὐλαβῶς
ὡς στεῤῥὰν κρηπῖδα πίστεως.

Ἀγωνιστῶν Ὀρθοδόξων
σεπτὴν ὁμήγυριν,
Πατέρων Κολλυβάδων
ἠθικὸν πτερωσάντων
ἁπάντων Ὀρθοδόξων μελῳδικῶς
εὐφημήσωμεν ᾄσμασι
κοινοῖς καὶ ὕμνοις βοῶντες πανευλαβῶς·
Εὐσεβείας πύργοι, χαίρετε.
3

Πατέρες Ὅσιοι Ἄθω,


σεπτὲ Νικόδημε,
σὺν Καυσοκαλυβίτῃ
Νεοφύτῳ, Σιλβέστρῳ
καὶ θείῳ Παρθενίῳ, Νήφων κλυτέ,
Ἀθανάσιε Πάριε,
καὶ Κορινθίων Μακάριε, θεαυγὲς
ἄστρον, χαίρετε θειότατοι.

Αἰγαίου νήσων Πατέρας


Ὁσίους μέλψωμεν
δεδιωγμένους, οἴμοι,
ἐξ Ἁγίου τοῦ Ὄρους
προπύργια δογμάτων ὡς ἀῤῥαγῆ
τῶν πατρῴων κραυγάζοντες·
Ἡμᾶς στηρίξατε πίστει ἐν τῇ ὀρθῇ,
Κολλυβάδες ὁσιώτατοι.
Δόξα. Ἦχος β΄.

Οἱ τῶν Ὀρθοδόξων παραδόσεων πρόμαχοι


καὶ φωστῆρες τῆς εὐσεβείας παμφαέστατοι,
Ἅγιοι Κολλυβάδες Πατέρες,
ἀτελευτήτου ἐντυγχάνοντες εὐκλείας
ἐκτενῶς Χριστὸν δυσωποῦσιν
ὑπὲρ τῶν τιμώντων αὐτῶν ἀγῶνας τοὺς νομίμους
καὶ τὰ θεάρεστα παλαίσματα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου......
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δῆμος θεοειδὴς
Ἁγίων Κολλυβάδων
Χριστοῦ τὴν Ἐκκλησίαν
ἐφαίδρυνεν ἀγῶσιν
ὑπὲρ τῆς παραδόσεως.
Στίχος. Θαυμαστός, ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίρετε, θαυμαστοὶ
Πατέρες, Κολλυβάδες,
ἐκ τοῦ Ἁγίου Ὄρους
4

ὁρμώμενοι καὶ νήσους


Αἰγαίου οἱ πολίσαντες.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίρετε, ἀσκηταὶ
φιλόκαλοι, Ὁσίων
κοσμήτορες Πατέρων,
Ὀρθοδοξίας πλάτη
ἀγῶσιν οἱ φαιδρύναντες.
Δόξα. Τριαδικόν.

Δόξα Σοι, ὁ Θεός,


Αὐτὸς εἰς τοὺς αἰῶνας
ὁ μένων, θεῖε Πάτερ
σὺν Λόγῳ Σου πανσέπτῳ
καὶ τῷ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν. Θεοτοκίον.

Μέμνησο τῶν πιστῶς


σὲ ἀνυμνολογούντων,
Κυρία Θεοτόκε,
εἰς πάντας τοὺς αἰῶνας
ψαλμοῖς καὶ ὕμνοις πρέπουσι.
Νῦν ἀπολύεις......τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ
τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

****************************
****************
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ
Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν
Στιχηρὰ Ἀναστάσιμα δ΄ τοῦ τυχόντος ἤχου καὶ τὰ
ἑξῆς στ΄ Προσόμοια τῶν Ἁγίων·
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.

Τῶν Ἁγίων τιμήσωμεν


Κολλυβάδων τὸ σύστημα,
5

ἡσυχίας ἄστρα λαμπρὰ καὶ νήψεως,


Ὀρθοδοξίας κοσμήτορας
καὶ ἄνθη πανεύοσμα
ἤθους φιλοκαλικοῦ
ὡς Χριστοῦ θείας πίστεως
τοὺς καινίσαντας
Ἐκκλησίαν Ἁγίαν ἐκβοῶντες·
Εὐσεβείας μαργαρῖται
πολυτιμότατοι, χαίρετε.

Θεοφόρε Νικόδημε,
Ἱεράρχα Μακάριε
πάνσοφε Κορίνθου, Παρίων κλέϊσμα,
θεοειδὲς Ἀθανάσιε,
Παΐσιε Ὅσιε,
Βελιτσόφσκυ, ἱερὲ
Νικηφόρε, διδάσκαλε
Χίου πάνσεπτε,
καὶ Νεόφυτε Καυσοκαλυβῖτα,
Κολλυβάδων πρωτεργάται
περιφανέστατοι, χαίρετε.

Ὁσιώτατε Σίλβεστρε,
τοῦ Χριστοῦ ὁ τῇ χάριτι
ἔνεδρα πατήσας ἀντιφρονούντων σοι,
δυὰς Μαρτύρων, Θεόφανες
στεῤῥὲ καὶ Παΐσιε,
Ἄννης Σκήτεως σεπτῆς
ἀσκηταὶ καὶ Παρθένιε,
Διδυμότειχον
ὁ αἱμάτων σου ῥείθροις ἁγιάσας,
παραδόσεως πατρῴας
φανοὶ νεόφωτοι, χαίρετε.

Νήφων, πάτερ θειότατε,


Σκιαθῖτα Γρηγόριε,
Κολλυβάδων ἔσχατε, Διονύσιε,
Σισώη μάκαρ, Ἀλύπιε,
Ἀγάθων, Πορφύριε,
εὐλαβὲς Φλαβιανέ,
θεοφόρε Εὐθύμιε
καὶ Νεόφυτε,
Ἀπολλὼ σὺν σεμνῷ Ἀθηνοδώρῳ
6

καὶ ἐνθέῳ Ἰγνατίῳ,


καθηγιάσατε Σκίαθον.

Ἱεράρχα Μακάριε,
Ἀθανάσιε Πάριε,
Νικηφόρε, Νεῖλε σεπτέ, Καλόγνωμε,
σὺν Γερβασίῳ Ἀβέρκιε,
Καπίτωνι μάρτυρι,
Σεραπίωνι σεπτῷ,
τοῦ Βρετοῦ Μάνδρας ἔνοικοι
καὶ Ἰάκωβε,
Ἰωσὴφ σὺν λογίῳ, Ἰωάσαφ
καὶ Πρωΐῳ Δωροθέῳ,
Χίου διάκοσμοι, χαίρετε.

Χριστοφόρε, Ἀγάπιε,
Σκοῦρτε μάκαρ, Παρθένιε,
Δανιήλ, Ἀρσένιε, θεῖε Κύριλλε,
Γέρον Ἀρσένιε πάνσοφε,
Ἠλία,Φιλόθεε,
Ἀγαθάγγελε σεμνέ,
Ἰωάσαφ, Ἰσίδωρε
καὶ Γρηγόριε
Γραβανέ, νήσων πέλετε Αἰγαίου
νεαυγέστατοι φωστῆρες
Ὀρθοδοξίαν φωτίζοντες.
Δόξα. Ἦχος πλ. β΄.

Αὐθεντικῆς Ὀρθοδόξου πνευματικότητος


τοὺς καινιστὰς Ὁσίους Πατέρας,
τοὺς ἀνθεστῶσας τῇ τοῦ διαφωτισμοῦ ἀλλοιώσει
καὶ ἡσυχασμοῦ καὶ νήψεως ὑπερμάχους,
τοὺς σκωπτικῶς ἐπικεκλημένους Κολλυβάδες
κοινοῖς ἐν ὕμνοις τιμήσωμεν οὕτω λέγοντες·
Ὀρθοδοξίας ἄσειστα προπύργια,
οἱ λόγοις καὶ πράξεσι στηρίξαντες λαοὺς
Ὀρθοδόξους,
ἐμπνεύσαντες δυάδα λογίων Ἀλεξάνδρων ἐν Ἑλλάδι,
πληθὺν τοῦ Βοῤῥᾶ εὐσεβῶν συγγραφέων,
καὶ ἰθύναντες πρὸς θέωσιν
τὸ νεοσύλλεκτον τῶν Ἁγίων Ὀρθοδόξων νέφος,
ὑπερμαχεῖν ἡμᾶς πατρῴων παραδόσεων ἀξιώσατε
7

τοὺς ὑμνοῦντας ἐν ᾄσμασιν ὑμῶν τὰ παλαίσματα.


Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε, Παναγία
Παρθένε,...
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας
καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. θ΄ 1 - 11)

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε


στύλους ἑπτά· ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν
εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν
ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους
συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα
λέγουσα· ὅς ἐστιν ἄφρων ἐκκλινάτω πρός με· καὶ
τοῖς ἐνδεέσι φρενῶν εἶπεν· ἔλθετε φάγετε τῶν ἐμῶν
ἄρτων καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν·
ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα
βασιλεύσητε καὶ ζητήσατε φρόνησιν καὶ κατορθώσατε
ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακοὺς λήψεται
ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται
ἑαυτόν. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε.
Ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμὴν
καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ καὶ προσθήσει
τοῦ δέχεσθαι. Ἄρχη σοφίας φόβος Κυρίου καὶ βουλὴ
ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν
ἀγαθῆς· τούτῳ γὰρ τῷ τρόπῳ πολὺ ζήσεις χρόνον καὶ
προστεθήσεταί σοι ἔτη ζωῆς.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα.
(Κεφ. ε΄ 9 - 15)

Τέκνον, μὴ λίκμα ἐν παντὶ ἀνέμῳ καὶ μὴ πορεύου


ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
Ἴσθι ἐστηριγμένος ἐν συνέσει σου καὶ εἷς ἔστω σου
ὁ λόγος. Γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν
μακροθυμίᾳ φθέγγου ἀπόκρισιν. Εἰ ἔστι σοι
σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χείρ
σου ἔστω ἐπὶ στόματί σου. Δόξα καὶ ἀτιμίᾳ ἐν
λαλιᾷ καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ. Μὴ κληθῇς
ψίθυρος καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε· ἐπὶ γὰρ τῷ
κλέπτῃ ἐστὶν αἰσχύνη καὶ κατάγνωσις πονηρὰ ἐπὶ
διγλώσσου. Ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει.
8

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.


(Κεφ. ε΄ 15 - στ΄ 3 )

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς


αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ
διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ
δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ
ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν·
ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται
κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα
ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ
τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ
σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις
ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ
θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς καὶ σύνετε·
μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις
ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ
ἡ δυναστεία παρὰ Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα.
Ἦχος α΄.

Σκίρτα καὶ ἀγάλλου Ἐκκλησία ἡ Ὀρθόδοξος


τελοῦσα σήμερον κοινὴν σύναξιν πάντων τῶν
Κολλυβάδων Ἁγίων,
τῶν πολεμηθέντων, συκοφαντηθέντων
καὶ διωχθέντων διὰ τὴν εὐσέβειαν·
Οὗτοι γὰρ ἀγωνισάμενοι διὰ τὴν ἀνάπτυξιν
φιλοκαλικοῦ πνεύματος
καὶ ἐμμένοντες ἑδραῖοι ἐν τῇ Ἀγιοπνευματικῇ
παραδόσει
ἐδίδαξαν καὶ ἐφώτισαν τοὺς ἐν ἀγνωσίᾳ κειμένους·
καὶ νῦν ἐν οὐρανίαις ἐπάλξεσιν ἀγαλλόμενοι
9

καὶ τῷ Παμβασιλεῖ συγχορεύοντες


ἐκτενῶς Αὐτῷ πρεσβεύουσιν
ὑπὲρ φωτισμοῦ τῶν ἐζοφωμένων
καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.

Τῶν τιμίων ἀγωνιστῶν τῆς ἐπιστροφῆς εἰς τὴν


γνησίαν
τῶνὈρθοδόξων παράδοσιν καὶ χρηστότατον ἦθος
κοινὴν ἑόρτιον σύναξιν ἐπιτελοῦντες
ἐκ βαθέων κραυγάζομεν·
Κολλυβάδες Ὅσιοι Πατέρες,
οἱτῆς περιφρονήσεως καὶ βασάνων τὸν ζυγὸν ἄραντες
ἐπωμάδιον,
χρηστότητα ἐκδιδάξατε, φιλοκαλικὴν διάθεσιν
ἀναπτύξατε
καὶ ἐν τῇ πίστει τῇ ὀρθῇ στηρίξατε τοὺς ὑμᾶς
μακαρίζοντας.
Ἦχος γ΄.

Θεοειδέστατον νηπτικῶν πατέρων σύλλογον


τῶν ἐν τοῖς κοινοβίοις, ταῖς σκήταις καὶ ταῖς
ἐρημίαις τοῦ Ἄθωνος
ἐπ’ ἐσχάτων ἀνατειλάντων φωστήρων,
ἀστραπαῖς καρδιακῆς προσευχῆς ἡσυχίας καὶ νήψεως
καὶ φωτισάντων σύμπασαν τὴν Ὀρθοδοξίαν τιμήσωμεν
οὕτω λέγοντες·
Οἱ τῇ δυνάμει τῆς συνεχοῦς Θείας Μεταλήψεως
ῥωννύμενοι
καὶ στηριζόμενοι ταῖς πατρῴαις παραδόσεσι,
Κολλυβάδες Ὅσιοι,
μὴ παύσησθε Χριστῷ πρεσβεύοντες ὑπὲρ τῶν τιμώντων
τὴν κοινὴν καὶ ἑόρτιον ὑμῶν σύναξιν.
Ἦχος δ΄.

Ἄνθεσιν καταστέψωμεν εὐφημιῶν εὐωδεστάτοις


σήμερον
τοὺς ἐξ Ἁγίου ὁρμωμένους Ὄρους Πατέρας
καὶ διὰ τῶν τοῦ Αἰγαίου νήσων
τὸ φιλόκαλον μεταλαμπαδεύσαντας πνεῦμα τῷ κόσμῳ
ἐν κατανύξει κραυγάζοντες·
10

Κολλυβάδες Ὅσιοι, οἱ διὰ τοῦ χλευασμοῦ καὶ τῶν


διώξεων
καταντήσαντες εἰς ἀπάθειαν καὶ θέωσιν,
τὴν Ὀρθόδοξον ἡμῶν πίστειν κρατύνατε
καὶ οὐρανῶν πολίτας ἀναδείξατε
τοὺς ὑμᾶς μακαρίζοντας κοινοῖς ἐν ᾄσμασι.
Δόξα. Ὁ αὐτός.

Τὸν ἱερώτατον ποιμένα Κορίνθου, Μακάριον,


καὶ σὺν Νικοδήμῳ, Ἀθανασίῳ καὶ τοῖς αὐτοῖς
συμφρονοῦσι,
Νήφωνος τὴν θεόλεκτον συνοδίαν,
ἐν Σκιάθῳ, Ἰκαρίᾳ, Πάτμῳ, Σάμῳ, Λειψοῖς καὶ
Φούρνοις,
Δανιήλ, Ἀρσένιον καὶ λοιποὺς ἐν Πάρῳ Πατέρας,
Ἀβέρκιον καὶ τοὺς ἐν Ῥεστοῖς καὶ Βρετῷ τῆς Χίου
ἀσκήσαντας,
Παΐσιον τὸν Βελιτσκόφσκυ
καὶ τὴν ξυνωρίδα τῶν μαρτυρησάντων ἐν Ἄθωνι
τιμήσωμεν
φωναῖς αἰσίαις αὐτοῖς κραυγάζοντες·
Οἱ νομίμως ἀγωνισάμενοι καὶ στεφανωθέντες Ὅσιοι
Πατέρες,
ἐν τῇ ἀϊδίῳ ζωῇ νῦν συναγαλλόμενοι,
Χριστὸν ἀπαύστως δυσωπεῖτε
ὑπὲρ εἰρηνεύσεως τῆς Ἐκκλησίας καὶ σωτηρίας τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ἐκ παντοίων κινδύνων τοὺς
δούλους σου...
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Πρῶτον τὸ
Ἀναστάσιμον. Εἶτα τῶν Ἁγίων.
Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, ἡ τῶν Ἁγίων πληθύς,


τῶν Κολλυβάδων ὁ θειότατος σύλλογος,
Νεόφυτε, Χριστοφόρε,
σὺν Νικοδήμῳ σοφῷ,
Νικηφόρῳ Χίῳ,
Νήφων Ὅσιε,
Ἀγάπιε Κύπριε,
Σκοῦρτε μάκαρ, Παρθένιε,
Σίλβεστρε θεῖε,
11

Ἰωάσαφ, Εὐθύμιε,
Ἀθανάσιε,
τῆς Κορίνθου Μακάριε,
Κύριλλε, Διονύσιε,
Ἠλία, Ἀρσένιε,
καὶ Δανιήλ, Ἀνανία
καὶ Ἰωσὴφ λογιώτατε,
οἱ τῇ ἡσυχίᾳ
καὶ τῇ νήψει Ὀρθοδόξων
χοροὺς φωτίσαντες.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις, τῶν Σκιαθίων χορὸς


Ἁγίων πάντων Κολλυβάδων, πανύμνητος,
Γρηγόριε, Ἰωάσαφ,
Νήφων σεπτέ, Ἀπολλώ,
Ὅσιε Σισώη,
Διονύσιε,
Ἀγάθων, Πορφύριε,
εὐσεβὲς Ἀθηνόδωρε,
σὺν Εὐθυμίῳ
θεοφόρῳ, Νεόφυτε,
καὶ Ἰγνάτιε,
Ἰωάσαφ, Ἀλύπιε,
Κασσιανέ, Ἀγάπιε
καὶ Σκοῦρτε Νεόφυτε,
οἱ τῶν Σποράδων τὴν νῆσον
καθαγιάσαντες ῥεύμασι
τιμίων ἱδρώτων
καὶ δακρύων, ἡσυχίας
φανοὶ καὶ νήψεως.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, τῆς Χίου ὁ οἰκιστής,


πανευματοφόρε Ἱεράρχα Μακάριε,
θειότατε Νικηφόρε,
σὺν Νείλῳ τῷ θαυμαστῷ
καὶ τῷ Ἰακώβῳ,
Ἀθανάσιε,
τῆς Πάρου ἐκβλάστημα,
Σεραπίων, Ἀβέρκιε,
12

Καπίτων, Νίκων,
Ἰωάσαφ, Γερβάσιε,
Νεῖλε, Σέριδε,
Σαμουήλ, μάκαρ Ἄνθιμε,
Καρύων καὶ Μελέτιε,
Νικόλαε, Κύριλλε,
σὺν Γερμανῷ, Ἰωσήφ τε
καὶ Νεομάρτυς Δωρόθεε,
σεπτοὶ Κολλυβάδες
οἱ ἐν Χίῳ ἐν ἐσχάτοις
καιροῖς ἐκλάμψαντες.
Δόξα. Ἦχος πλ. δ΄.

Ἡσυχασμοῦ καὶ νήψεως λείρια νεόφυτα,


Κολλυβάδες Ὅσιοι, οἱ εὐωδίᾳ Ὀρθοδόξου παραδόσεως
εὐφράναντες τὰ σύμπαντα,
ἐπακούσατε ἡμῶν τῶν δεήσεων
καὶ μὴ παύσησθε στηρίζοντες τὴν Ἐκκλησίαν,
ἣν Κύριος ἐκτήσατο τῷ τιμίῳ Αὐτοῦ αἵματι,
καὶ ὁδηγοῦντες λαὸν τὸν Χριστώνυμον
πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ θέωσιν.
Καὶ νῦν. Θεοτοκίον. Ἀνύμφευτε Παρθένε,.....
Νῦν ἀπολύεις... τὸ Τρισάγιον, τὸ Ἀναστάσιμον
Ἀπολυτίκιον τοῦ ἤχου καὶ τὸ Ἀπολυτίκιον τῶν
Ἁγίων.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Κολλυβάδων Πατέρων χορείαν μέλψωμεν


προασπιστῶν εὐσεβείας,
ἡσυχαστῶν νηπτικῶν,
φιλοκάλου νεαυγῆ ἀναγεννήσεως
ἄστρα φωτίσαντα χοροὺς
Ὀρθοδόξων εὐλαβῶς
ἐν ἔτεσι δυσχειμέροις
ἠθῶν πατρῴων ὡς βάκτρα
στεῤῥὰ πιστοὺς ἐπιστηρίζοντα.
Θεοτοκίον. Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος...
Ἀπόλυσις.
**********************************
13

Ε Ν Τ ῼ Ο Ρ Θ Ρ ῼ
Τὸ Θεὸς Κύριος. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Δόξα.
Τῶν Ἁγίων. Καὶ νῦν. Θεοτοκίον, ὡς προείπωμεν ἐν
τῷ Ἑσπερινῷ.
Μετὰ δὲ τὴν α΄ Στιχολογίαν Κάθισμα·
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Ἡ Σκήτη ἡ σεπτὴ
Μάνδρας Βατοπεδίου,
Καψάλας οἱ δρυμοί,
τῶν Καυσοκαλυβίων
ἡ Σκήτη ἡ πάνσεπτος,
καὶτῆς Θεοπρομήτορος
Ἄννης γάννυνται
σὺν τῇ αὐτῇ τῶν Ἰβήρων,
ὅτι ἤνθησαν
ῥόδα τερπνὰ Κολλυβάδων,
ἡδύνοντα σύμπαντα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Θεόπαις Μαριάμ,
ἐν Σκιάθῳ Μονήν σου
ηὐπρέπισε σεπτὴν
Διονύσιος ἄρτι
καὶ θείαν εἰκόνα σου
εὐλαβῶς προσεκύνησαν
τὰ συστήματα
τῶν Κολλυβάδων Ἁγίων,
ὧν θειότατος
πρωτάρχης πέφηνε Νήφων
ὁ Ὅσιος, Πάναγνε.
Μετὰ τὴν β΄ Στιχολογίαν Καθίσματα, πρῶτον τὰ
Ἀναστάσιμα καὶ εἶτα τῶν Ἁγίων.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Σκιάθου τὰς ἀκτάς,


Ἰκαρίας, Σικίνου,
τῆς Χίου, τῶν Λειψῶν,
Φολεγάνδρου τε Ὕδρας,
καὶ Πάρου εὐδαίμονος
14

ἡγιάσατε σκάμμασιν
ἐνασκήσεως
σὺν Θήρας, Πάτμου καὶ Σάμου,
Πόρου ἅμα τε
καὶ Σύρου, θεῖοι Πατέρες,
λιπόντες τὸν Ἄθωνα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ὁ Νήφων ὁ σεπτὸς
τῷ Εὐαγγελισμῷ σου
ἠνείγειρε Μονὰς
ἐν Αἰγαίου ταῖς νήσοις,
ἁγνὴ ἀειπάρθενε,
Θεοτόκε πανύμνητε,
ταπεινώσεως
καὶ παρθενίας ἀκρότης,
ἡ ἀγγέλματι
τοῦ Ἀρχαγγέλου σὴν κάραν
τὴν πάνσεπτον κλίνασα.
Εὐθὺς ὁ Πολυέλεος, τὰ Ἀναστάσιμα Εὐλογητάρια, ἡ
Ὑπακοὴ τοῦ τυχόντος ἤχου καὶ τὰ Καθίσματα. Ἦχος
γ΄. Τὴν ὡραιότητα.

Ὑπερμαχήσαντας τῆς παραδόσεως


ἡμῶν ἐν ἔτεσιν ἐσχάτοις μέλψωμεν
Ὁσίους ὁμολογητὰς ἐξ Ἄθωνος ὁρμωμένους,
φιλοκάλους ἅπαντες ἀσκητὰς τοὺς καινίσαντας
Ἐκκλησίαν Κτίσαντος τὴν σεπτὴν ὕμνοις πρέπουσι
βοῶντες· Κολλυβάδων χορεία, χαῖρε,
ὑπερευλογημένη.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον


φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου,
ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων,
καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου,
ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως
καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοὶ τοῦ ἤχου. Τὸ Προκείμενον.
Πᾶσα πνοή. Εὐαγγέλιον τὸ Ἑωθινόν.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι...
15

Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῶν Σῶν Ἁγίων πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,..
Ἀναστὰς ὁ Ἰησοῦς.... καὶ τὸ Σῶσον, ὁ Θεός, τὸν
λαόν Σου...
Εἶτα οἱ Κανόνες. Πρῶτον ὁ Ἀναστάσιμος. Εἶτα τῶν
Ἁγίων, οὗ ἡ Ἀκροστιχίς·
" Κολλυβάδες ὑμνῶ Πατέρας. Χαραλάμπους."
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Κοινοῖς ὕμνοις μέλψωμεν


τῶν Κολλυβάδων τὸν σύλλογον
Πατέρων θεόλεκτον,
προασπιστῶν εὐσθενῶν
παραδόσεων
πατρῴων διδαξάντων
Ὀρθόδοξον πλήρωμα
ἦθος τὸ ἄριστον.

Ὁσίων τιμήσωμεν
τὸν θεοσύστατον σύλλογον,
Πατέρας θεόφρονας,
ἡσυχαστὰς ἀκραιφνεῖς,
τὴν ἀπάθειαν
ζηλοῦντας καὶ τηροῦντας
ὡς ὄλβον ἀσύλητον
ἦθος Ὀρθόδοξον.

Λαμπρύνετε, Ὅσιοι,
ὥσπερ φωστῆρες στερέωμα,
Πατέρες ὑπέρφωτοι,
τὸ νοητόν, ἀσκηταί,
Ἀθανάσιε
σὺν θείῳ Νεοφύτῳ,
σοφίας κειμήλιον,
μάκαρ Νικόδημε.
Θεοτοκίον.
Λιμώττοντας δούλους σου
ἐξ ἀγαθῶν ἔργων τάχιστα
διάθρεψον, Δέσποινα,
16

τῷ ἄρτῳ τῆς ἀρετῆς


καὶ τῶν πράξεων
πρὸς ἔγγιστα ἀγάπης,
ἁγνὴ ἀειπάρθενε,
Θεογεννήτρια.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ὑμνοῦντες Πατέρων Κολλυβάδων


χορὸν τὸν θεόλεκτον ᾠδαῖς
καὶ ᾄσμασιν εὐσχήμοσιν
καμάτους μεγαλύνομεν
αὐτῶν πρὸς ἐπικράτησιν
ἀσκητικῆς παραδόσεως.

Βολὶς ἀρετῆς νεαυγεστάτη,


Κορίνθου, Μακάριε, ποιμήν,
πνευματοφόρε Σίλβεστρε
καὶ μάκαρ Ἱερόθεε,
σὺν Φιλοθέῳ, ἔρημον
τῆς Ὕδρας κατεφωτίσατε.

Ἁγίου κοσμήτορες τοῦ Ὄρους,


σεπτὲ Χριστοφόρε, Ἀρτηνέ,
Ἀγάπιε, Παρθένιε,
Νεόφυτε, Εὐθύμιε,
καὶ Ἰωάσαφ, χαίρετε
σὺν Νικοδήμῳ θεόφρονι.
Θεοτοκίον.
Δαψίλειαν πάντες τῶν εὐχῶν σου
ἀεὶ ἐκδεχόμεθα ἡμεῖς
οἱ πίστει ἀνυμνοῦντές σε,
ἁγνὴ Θεογεννήτρια,
δι’ ἠθικὴν κατάπτωσιν
τῶν ἱκετῶν σου δακρύουσαν.
Τὸ Κοντάκιον καὶ ὁ Οἶκος τῆς Κυριακῆς καὶ τὸ
Κάθισμα τῶν Ἁγίων.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Συχνῆς Μεταλήψεως
τῆς θείας προασπιστὰς
17

καὶ τῆς παραδόσεως


τῆς πατρικῆς τηρητὰς
ἡμῶν εὐφημήσωμεν
κράζοντες· Κολλυβάδες
θεοφόροι Πατέρες,
χλεύης καὶ ἐξορίας
χλαῖναν ἐνδεδυμένοι,
ἡμῖν ὁδὸν δογμάτων ὀρθῶν
καθυποδείξατε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ἐκ στόματος ἤκουσας
Ἀγγέλου χαροποιόν,
πανύμνητε, ἄγγελμα
τῆς τοῦ Υἱοῦ καὶ Θεοῦ
ἀφράστου συλλήψεως
ἐν τῇ ἁγνῇ γαστρί σου,
Θεοτόκε Παρθένε,
εἰς ἣν ὁ Νήφων ἄρτι
Μάνδρας ἤγειρε θείας
πρὸς αἴνεσιν αὐτῆς τοῦ Υἱοῦ
τοῦ πανοικτίρμονος.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ἐν Σκιάθῳ, Νήφων, μέγα


ἀρετῆς φροντιστήριον
Εὐαγγελιστρίᾳ
τῇ Μητρὶ Κυρίου ἀνήγειρας,
ἐν ᾧ Πατέρων χορείαν συνεκέντρωσας
τὴν φιλόκαλον,
μεθ’ ἧς Ἐδὲμ κατηξίωσαι.

Σκιαθίων Κολλυβάδων,
Διονύσιε, ἔσχατος,
σὺν τῷ Χριστοφόρῳ
τῆς ὑπερορίας ὑπέμεινας
δεινὰ ἐν Θήρᾳ τῇ νήσῳ, λογιώτατε
ἄνερ, σκήνωμα
τοῦ Παρακλήτου πανίερον.

Ὑμνῳδίαις Κολλυβάδων
ξυνωρίδα γεραίρομεν
18

ἀσκητῶν τῆς Θήρας,


σὺν τῷ Πορφυρίῳ Ἀγάπιον,
ὡς ὑπερμάχους πατρῴων παραδόσεων
καὶ σεμνώματα
τῆς εὐσεβείας καὶ νήψεως.
Θεοτοκίον.

Μὴ ἐάσῃς σοὺς ἱκέτας


ἐμπεσεῖν εἰς τὸν βόθυνον
τῆς χαμαιζηλίας,
Κεχαριτωμένη Θεόνυμφε,
καὶ εἰς τὸν λάκκον παντοίων παραπτώσεων,
ἀπειρόγαμε
Μῆτερ τοῦ Λόγου τοῦ Κτίσαντος.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Νισύρου, Γρηγόριε,
βλαστέ, Σισώη Ὅσιε,
Νήφων, Ἀπολλώ, Ἀγάθων, Νεῖλε,
σὺν Γρηγορίῳ
καὶ Ἰσιδώρῳ σεπτῷ,
Παρθένιε μάρτυς θαυμαστέ,
θεῖε Ἀθηνόδωρε
καὶ Ἰγνάτιε, χαίρετε.

Ὠκύποδες ἔλαφοι
ὡς ἄλλαι, ὁσιώτατοι
ἀσκηταί, ἐδράματε εἰς νήσους
Αἰγαίου ὕδωρ
διψῶντι δοῦναι πιεῖν
λαῷ, Κολλυβάδες θαυμαστοί,
Σκήτας καὶ Κοινόβια
οἱ λιπόντες τοῦ Ἄθωνος.

Παρίων ὡράϊσμα,
τρισμάκαρ Ἀθανάσιε,
Ἰωάσαφ, Κύριλλε, Ἠλία,
σὺν Ἀρσενίῳ
καὶ ἱερῷ Δανιήλ,
Φιλόθεε μάκαρ καὶ σεπτὲ
ὄντως Ἱερόθεε,
Πάρον καθηγιάσατε.
19

Θεοτοκίον.

Ἁγνὴ Μητροπάρθενε,
ἐκδίωξον τὴν ζόφωσιν
τῶν παθῶν τῶν σὲ μεγαλυνόντων
καὶ ἀνυμνούντων
τῶν Κολλυβάδων χοροὺς
Πατέρων, Ὀρθόδοξον λαὸν
φωτισάντων ἔτεσιν
ἐν ἐσχάτοις, πανύμνητε.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Τῆς Σάμου, Νήφων, Γρηγόριε,


Ἀρσένιε, σεπτὲ Θεοδόσιε,
θεῖε Ἰσίδωρε
καὶ Ἰωσήφ, Ἀγαθάγγελε,
σὺν Ἀνανίᾳ, νῆσον
κατεκαλλύνατε.

Ἐν Φολεγάνδρῳ διδάσκαλοι
τῶν παίδων καὶ Σικίνῳ ἐδείχθητε
πνευματοφόρητοι,
σημειοφόρε Ἀρσένιε,
καὶ Δανιήλ, Πατέρων
σεπτῶν κοσμήτορες.

Ῥοδῶνα Πάτμον ἐδείξατε


εὐώδη, Ἀπολλὼ πνευματέμφορε,
μάκαρ Ἰσίδωρε,
καὶ θεαυγὲς Ἀμφιλόχιε
σὺν Νικοδήμῳ Κάππῳ,
σεπτοὶ ὁμαίμονες.
Θεοτοκίον.

Ἁγνὴ Θεόπαις, ἁγίαζε


τοὺς δούλους σου ἀεί, Εἰκονίστρια,
θεῖον προσφύγιον
τῶν Κολλυβάδων, ἐν ἄλσεσι
Σκιάθου ἡ οἰκοῦσα
τερπνοῖς, πανύμνητε.
20

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ἡσυχαστῶν πνευματικῆς ἀναγεννήσεως


τῶν Κολλυβάδων δήμους ὕμνοις εὐφημήσωμεν
παραδόσεων πατρῴων ὡς ὑπερμάχους
ὁρμωμένους ἐκ τοῦ Ἄθωνος οἰκήτορας
τοῦ Αἰγαίου νήσων ὄντως οὐρανόφρονας
πόθῳ κράζοντες· Χαίροις, Σμῆνος φιλόκαλον.
Ὁ Οἶκος.

Ἅγιοι Κολλυβάδες,
φιλοκάλων Πατέρων
χορεία φίλων Ὀρθοδοξίας,
ἡ προτείνασα ἐπιστροφὴν
εἰς ἀρχαῖα ἤθη καὶ σεπτὰ δογματα,
τὰς ὑμνῳδίας πρόσδεξαι
τῶν πίστει ἀκλινεῖ βοώντων·
Χαῖρε, Πατέρων Ὁσίων νέφος·
χαῖρε, Ἁγίων ἀζύγων σμῆνος.
Χαίρετε, Διονύσιε, Νήφων Ἀλύπιε·
χαίρετε, Νικηφόρε, Καπίτων, Ἀβέρκιε.
Χαίρετε, ἔνθεε Μακάριε καὶ Νικόδημε σεπτέ·
χαίρετε, εὔτολμε Νεόφυτε καὶ Γρηγόριε κλυτέ.
Χαίρετε, Πάρου Πατέρες θεαυγεῖς καὶ φωσφόροι·
χαίρετε, Πάτμου φωστῆρες θαυμαστοὶ καὶ ὡραῖοι.
Χαῖρε, Σκιάθου λαμπάς, Διονύσιε
χαῖρε, τοῦ Κώστου βλαστὲ Ἀθανάσιε.
Χαῖρε, ψεκὰς ἡ θεόσδοτος Ὕδρας·
χαῖρε, ὁμὰς ἱερὰ Ἰκαρίας·
Χαίροις, Σμῆνος φιλόκαλον.
Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι
τῆς πρώτης Κυριακῆς μετὰ τὴν ΚΑ΄ Ἰουνίου. Εἶτα
λέγομεν·
Τῇ αὐτῇ ἡμέρᾳ σύναξιν ἐπιτελοῦμεν πάντων
Κολλυβάδων Ἁγίων, τῶν φωτισάντων τὰ σκότη τῶν
Χριστωνύμων ἀκτῖσι τῶν αὐτῶν θεοσόφων ῥημάτων καὶ
21

διαλυσάντων τὴν ἀχλὺν τῶν καινοτόμων τῆς ἀμωμήτου


καὶ ἀκαινοτόμου Ὀρθοδόξου ἡμῶν πίστεως.
Στίχοι.

Κολλυβάδων Ἁγίων ὑμνῶν χορείαν


ἐπάλξεις λαμπρὰς ὑψῶ Ὀρθοδοξίας.
Συναξάριον.

Ἡ ἔρις τῶν Μνημοσύνων, ἡ σκωπτικῶς


ἐπονομασθεῖσα «τῶν Κολλυβάδων», ἐξεδηλώθη ἐν Ἁγίῳ
Ὄρει καὶ ἀπησχόλησε τὴν Ὀρθόδοξον Ἐκκλησίαν ἐν τῷ
χρονικῶ διαστήματι 1754-1820. Ἀφορμὴ τῆς ἔριδος
ἐστάθη ἡ τέλεσις τῶν μνημοσύνων κατὰ τὰς
Κυριακάς, ἀντὶ τοῦ παραδοσιακοῦ ἔθους τῶν
Σαββάτων καὶ ἐγένετο ἀπαρχὴ τῆς προσπαθείας
ἐπιστροφῆς τῆς ἀκαινοτόμου Ὀρθοδόξου Ἐκκλησίας
εἰς τὴν πατρῴαν παράδοσιν καὶ τὴν φιλόκαλον
ἀναγέννησιν αὐτῆς διὰ τῆς συνεχοῦς Θείας
Μεταλήψεως καὶ τῆς διὰ τῆς μυστηριακῆς ζωῆς
ἐνισχύσεως τῶν πιστῶν ἐν τῷ ἀενάῳ ἀγῶνι κατὰ τῶν
παθῶν καὶ τῶν δαιμόνων. Ἡ ἔρις αὐτὴ ἀνέδειξε
πλῆθος Ἁγίων Πατέρων φερόντων τὸ στῖγμα τοῦ
«Κολλυβᾶ» ὅπερ ὑπέμεινεν ἀγογγύστως ὕβρεις,
ἀδολεσχίας, βιαιοπραγίας ἢ καὶ μαρτύριον καὶ ὅπερ
καταλιπὼν τὸν Ἄθωνα κατέφυγεν εἰς τὰς νήσους τοῦ
Αἰγαίου, ἐν αἷς ἐκαλλιέργησεν τὸ Ὀρθόδοξον ἦθος,
ἐδίδαξεν, παρεδειγμάτισεν, ἀνεζωογόνησε καὶ
ἀνεθέρμανε τὴν πίστιν τῶν αὐτῶν κατοίκων.
Μνημονεύομεν ἐνταῦθα τῶν κυριωτέρων Κολλυβάδων
Ἁγίων μετὰ τῶν τόπων τῶν αὐτῶν δράσεων·
Νεόφυτος, Πατριάρχης Κωνσταντινουπόλεως, ὁ
ἀπὸ Σμύρνης, ὁ ἄρας τὸ ἐπιτίμιον τῆς βίβλου «Περὶ
συνεχοῦς Θείας Μεταλήψεως».
Ἐν Ἁγίῳ Ὄρει·
Νεόφυτος Καυσοκαλυβίτης, Χριστοφόρος
Προδρομίτης, Ἀγάπιος ὁ Κύπριος, Παρθένιος ὁ
Σκοῦρτος καὶ Νεόφυτος ὁ Σκοῦρτος, Εὐθύμιος
Σταυρουδᾶς, Νικόδημος Ἁγιορείτης, Μακάριος ὁ
Νοταρᾶς, Ἀρχιεπίσκοπος Κορίνθου, Ἀγάπιος ἐκ
Δημητσάνης, Ἰωάσαφ ὁ Χῖος, Ἰωάσαφ ὁ Πάριος,
Ἀθανάσιος ὀ Πάριος, Νήφων ὁ Χῖος, Σίλβεστρος ὁ
Καισαρεύς, Διονύσιος ὁ ἐκ Σκιάθου, ὁ Ἐπιφανιάδης,
22

Ἀγάπιος Μεταξᾶς ὁ ἐν Θήρᾳ, οἱ Ἁγιαναννῖται, Γέρων


Θεοφάνης καὶ Παΐσιος, οἱ διὰ πνιγνοῦ ἐν θαλάσσῃ
τελειωθέντες, Παΐσιος ὁ Βελιτσκόφσκυ, Γρηγόριος ὁ
Νισύριος, Ἀρσένιος ὁ Πελοποννήσιος, Δανιὴλ ἐκ
Ζαγορᾶς, Ἀρσένιος ὁ ἐν Πάρῳ, Κύριλλο ὁ ἐν Πάρῳ, ὁ
Παπαδόπουλος, Ἱερόθεος ὁ ἐν Καψάλᾳ, Κύριλλος ὁ
ἀντιγραφεὺς ἐκ τῆς Μονῆς τοῦ Προυσοῦ, Ἱερόθεος ἐκ
Σηλυβαίνης Καλαβρύτων καὶ Φιλόθεος Γεωργίου ἐκ
τῆς Βατοπεδινῆς Σκήτεως.
Ἐν Πάρῳ·
Ἀθανάσιος ὁ Πάριος, Δανιὴλ ἐκ Ζαγορᾶς,
Ἀρσένιος ἐν Πάρῳ, Κύριλλος ὁ Παπαδόπουλος, Ἠλίας
ὁ Γεωργιάδης, Φιλόθεος ὁ Γεωργίου, Ἱερόθεος καὶ
Φιλόθεος, οἱ Βοσυνιῶται, Ἡγούμενοι Μονῆς
Λογγοβάρδας, Σίλβεστρος ὁ Καισαρεὺς καὶ Ἰωάσαφ ὁ
Κοντός, ὁ Πάριος.
Ἐν Φολεγάνδρῳ καὶ Σικίνῳ·
Δανιὴλ ὁ ἐκ Ζαγορᾶς καὶ Ἀρσένιος ὁ ἐν Πάρῳ
Ἐν Θήρᾳ·
Ἀγάπιος Μεταξᾶς ἐκ Κωνσταντινουπόλεως ἀσκήσας ἐν
Ὕδρᾳ, Πορφύριος, ὁ ἐκ Γωνίας Θήρας καὶ Διονύσιος
ὁ ἐκ Σκιάθου, ὁ Ἐπιφανιάδης
Ἐν Σκιάθῳ·
Νήφων ὁ Χῖος, Γρηγόριος ὁ Νισύριος, Ἀπολλὼ ὁ
Πελλοπονήσιος, Διονύσιος ὁ Ἐπιφανιάδης, Γρηγόριος
ὁ Χατζησταμάτης, Ἀγάθων ὁ Χῖος, Σισώης ὁ
Κεφαλλήν, Ἰγνάτιος ὁ Πελοποννήσιος καὶ Ἀθηνόδωρος
ὁ Πελοποννήσιος, αὐτάδεφοι Ἀπολλώ, Πορφύριος, ὁ
ἐκ Γωνίας Θήρας, Φλαβιανός, Ἀλύπιος καὶ
Κασσιανός, Ἡγούμενοι Μονῆς Εὐαγγελισμοῦ, Νεόφυτος
ὁ Σκοῦρτος, Εὐθύμιος ὁ Σταυρουδᾶς, Ἰωάσαφ ὁ Χῖος
καὶ Ἰωάσαφ ὁ Κοντός, ὁ Πάριος.
Ἐν Νάξῳ·
Νικόδημος ὁ Ἁγιορείτης, Νήφων ὁ Χῖος, Γρηγόριος ὁ
Νισύριος καὶ Ἀρσένιος ὁ Πελοποννήσιος.
Ἐν Ἰκαρίᾳ·
Νήφων ὁ Χῖος, Μακάριος ὁ Νοταρᾶς, Γρηγόριος ὁ
Νισύριος, Γρηγόριος ὁ Χατζησταμάτης, Ἀπολλὼ ὁ
Πελοποννήσιος, Ἰγνάτιος ὁ Πελοποννήσιος καὶ
Ἀθηνόδωρος ἢ Ἀπολλόδωρος ὁ Πελοποννήσιος,
αὐτάδελφοι Ἀπολλώ, Παρθένιος ὁ Παρθενιάδης, ὁ ἐν
Διδυμοτείχῳ Ἱερομάρτυς, Σισώης ὁ Κεφαλλήν,
Ἰσίδωρος ὁ Σάμιος, ὁ Κυριακόπουλος, Νεῖλος ὁ
Καλόγνωμος, Ἀγάθων ὁ Χῖος, Χαρίτων ὁ Ἰκάριος.
23

Ἐν Σάμῳ·
Νήφων ὁ Χῖος, Γρηγόριος ὁ Νισύριος, Ἀρσένιος ὁ
Πελοποννήσιος, Ἰσίδωρος ὁ Σάμιος, ὁ
Κυριακόπουλος, Θεοδόσιος, Μητροπολίτης Σάμου,
Ἀγαθάγγελος, Ἀνανίας καὶ Ἰωσήφ, ὑποτακτικοὶ
Νήφωνος, Ἰγνάτιος ὁ Πελοποννήσιος καὶ Θεοφάνης ὁ
θαυματουργός.
Ἐν Πάτμῳ·
Μακάριος ὁ Νοταρᾶς, Νήφων ὁ Χῖος, Γρηγόριος ὁ
Νισύριος, Ἀρσένιος ὁ Πελοποννήσιος, Ἀθανάσιος ἐξ
Ἀρμενίας, Παρθένιος Παρθενιάδης, ὁ ἐν Διδυμοτείχῳ
Ἱερομάρτυς, Ἀπολλὼ ὁ Πελοποννήσιος, Ἰγνάτιος ὁ
Πελοποννήσιος καὶ Ἀθηνόδωρος ὁ Πελοποννήσιος,
αὐτάδελφοι Ἀπολλώ, Νικόδημος ὁ Κάππος καὶ
Ἀμφιλόχιος ὁ Κάππος, Μητροπολίτης Πηλουσίου,
Ἰσίδωρος ὁ Σάμιος, ὁ Κυριακόπουλος, Ἀγάπιος,
Γαβριήλ, Νικηφόρος καὶ Θεόκτιστος ἐκ Σόφιας.
Ἐν Λειψοῖς καὶ Φούρνοις·
Νήφων ὁ Χῖος καὶ Γρηγόριος ὁ Νισύριος.
Ἐν Ὕδρᾳ·
Μακάριος ὁ Νοταρᾶς, Νικόδημος ὁ Ἁγιορείτης,
Σίλβεστρος ὁ Καισαρεύς, Κωνσάντιος ἐκ Γούρας
Θεσσαλίας, Διονύσιος ὁ ἐν Σκιάθῳ, ὁ Ἐπιφανιάδης,
Ἀγάπιος Μεταξᾶς ἐκ Κωνσταντινουπόλεως, Ἱερόθεος
ἐκ Σηλυβαίνης Καλαβρύτων καὶ Φιλόθεος Γεωργίου.
Ἐν Χίῳ·
Μακάριος ὁ Νοταρᾶς, Νήφων ὁ Χῖος, Ἀθανάσιος ὁ
Πάριος, Νεῖλος ὁ Καλόγνωμος, Νικηφόρος ὁ Χῖος,
Ἀβέρκιος ὁ Ἰβηροσκητιώτης Ἡγούμενος ἐν τῇ Μονῇ
τοῦ Βρετοῦ, Γερβάσιος Ἰβηροσκητιώτης, Διάδοχος
Ἀβερκίου ἐν Μονῇ Βρετοῦ, Σεραπίων Ἰβηροσκητιώτης,
Καπίτων Ἱερομάρτυς, Ἡγούμενος Μονῆς Βρετοῦ,
Ὁσιομάρτυρες Μονῆς Βρετοῦ, Σεραπίων, Καρύων,
Κύριλλος, Νεῖλος, Σέριδος, Σαμουήλ, Νίκων,
Ἄνθιμος, Νικόλαος, Σεραπίων καὶ Γερμανός,
Δωρόθεος Πρώϊος, Ἱερομάρτυς Μητροπολίτης
Ἀδριανουπόλως, Ἰωάσαφ ὁ Ῥόδιος, Μελέτιος ὁ Χῖος,
Ἰωσὴφ ὁ ἐκ Φουρνᾶ, Ἀνανίας, Μελέτιος ὁ Χῖος καὶ
Ἰάκωβος ὁ Χῖος.
Ἐν Σύρῳ·
Διονύσιος ὀ ἐν Σκιάθῳ, ὁ Ἐπιφανιάδης.
Ἐν Πόρῳ·
Φιλόθεος Γεωργίου καὶ Ἱερόθεος Βοσυνιώτης.
24

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός,


ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Σέ, Νεόφυτε,
τῆς Κωνσταντινουπόλεως
τὸν Ἀρχιποίμενα,
σῇ θεοπνεύστῳ γραφῇ
βιβλίου τὸν ἄραντα
τὸ ἐπιτίμιον
Μεταλήψεως
τῆς Συνεχοῦς, γεραίρομεν
καὶ ὑμνοῦμεν εὐσχημόνως.

Χαῖρε, ὄλβιε
Παρθένιε, κραυγάζομεν,
Ἄθωνος σέμνωμα,
Σκουρταίων ἡ ἀπαρχή,
καὶ θεῖε Νεόφυτε,
σεμνὲ παράδελφε
τοῦ θεόφρονος,
Ναξίου ἐκβλαστήματος,
ἐπαγάλλου, Νικοδήμου.

Ἀθανάσιε,
Παρίων νέον κόσμημα,
Μονὴν ἡγίασας,
Ῥεστῶν ἐν Χίῳ λαμπράν,
ἣν Νεῖλος Καλόγνωμος
πρὸ σοῦ ἐδόμησε
καὶ ἣν ἔδειξε
Μαρτύρων ἐφαλτήριον
νέων θεῖος Νικηφόρος.
Θεοτοκίον.

Ῥῶσιν δίδου μοι


πατῆσαι τοῦ ἀλάστορος,
Θεογεννήτρια,
τὴν ἐπηρμένην ὀφρύν,
ἣν πίστει ἐπάτησαν
οἱ εὐσεβόφρονες
Ὄρους Ἄθωνος
25

Πατέρες τὴν ἀλήθειαν


ἀκλινῶς ὀρθοτομοῦντες.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Αὔραν Ὀρθοδόξου φιλοκάλου


ἐπνεύσατε θαυμαστῶς πνευματικότητος
ἐν ἐσχάτοις ἔτεσι,
Κολλυβάδες Ὅσιοι,
καὶ ἔθνη ἀνεψύξατε
ἡμῶν ὁμόδοξα,
Παΐσιε, σοφὲ Βελιτσκόφσκυ,
σὺν ὁμόφροσί σου
ἐν τοῦ Βοῤῥᾷ ταῖς χώραις.

Λάμψαντες ἀκτῖσι μαρτυρίου


ηὐγάσατε Ὀρθοδόξων τὰ συστήματα,
γεραρὲ Θεόφανες
καὶ σεπτὲ Παΐσιε,
ἐν Ἄθωνι καὶ κλέϊσμα
λαμπρόν, Παρθένιε,
ἀθλήσεως ἐν Διδυμοτείχῳ,
τῶν νεομαρτύρων
φαιδρύναντες χορείαν.

ᾌσμασι τερπνοῖς ὑμᾶς τιμῶμεν,


τῆς Θήρας τοὺς ὑπερμάχους παραδόσεων,
πατρικῶν, Ἀγάπιε,
Κωνσταντινουπόλεως
βλαστέ, σεπτὲ Πορφύριε,
καὶ Διονύσιε,
ὡράϊσμα λογίων πατέρων
ὁ ὑπερορίᾳ
ἐκλάμψας ἐν τῇ νήσῳ.
Θεοτοκίον.

Μέμνησο ἡμῶν μεγαλυνόντων


εἰς πάντας αἰῶνας, κόσμου καταφύγιον,
σέ, Θεογεννήτρια,
καὶ τῶν θαυμασίων σου
αἰνούντων πλῆθος ἄμετρον,
ἵνα τὸν δόλιχον
26

ἀνύσωμεν ζωῆς τῆς παρούσης


εὐσεβῶς καὶ πόλου
ὀφθῶμεν κληρονόμοι.
ᾨδὴ θ΄. Ἅπας γηγενής.

Πάτμου ἱερᾶς
διάκοσμοι ὤφθητε,
Νήφων, Γρηγόριε,
γεραρὲ Μακάριε,
τῆς Ἀρμενίας
φῶς, Ἀθανάσιε,
καὶ Ἀπολλώ, Παρθένιε,
Γέρον Ἀρσένιε,
θεῖοι Κάπποι,
μάκαρ Ἀμφιλόχιε
καὶ Νικόδημε, σκεύη τῆς χάριτος.

Ὅσιοι Χριστοῦ
τὴν Σάμον τὴν ἔνδοξον
καθηγιάσατε,
Νήφων καὶ Ἀρσένιε,
σὺν Γρηγορίῳ,
Γαβρᾷ οἰκήτορι,
Ἰσίδωρε, Θεόφανες,
καὶ Θεοδόσιε,
Ἀνανία,
Ἰωσήφ, Ἰγνάτιε
καὶ κανὼν ἀρετῆς, Ἀγαθάγγελε.

Ὕδρας φωταυγεῖς
φωστῆρες, Μακάριε,
θεόφρον Σίλβεστρε,
μάκαρ Ἱερόθεε,
σὺν Κωνσταντίῳ
σεπτὲ Ἀγάπιε
Φιλόθεε πανεύφημε
καὶ Διονύσιε,
τῆς Σκιάθου
γόνε θεοτίμητε,
Κολλυβάδων Πατέρων σεμνώματα.
Θεοτοκίον.
27

Σῶσον τὰς ψυχὰς


τῶν μακαριζόντων σε,
Θεογεννήτρια,
Νήφωνος ἐντεύξεσι
τοῦ ἐν Αἰγαίου
νήσοις δομήσαντος
Ναούς, Εὐαγγελίστρια,
σῇ θείᾳ χάριτι
καὶ πρεσβείαις
πάντων τῶν τῆς πίστεως
ὑπερμάχων Πατέρων, πανύμνητε.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τῶν ἐν Ὁσίων τάξεσιν


εὐφαινομένων μέλψωμεν
νῦν φιλοκάλων Πατέρων,
θεοειδῶν Κολλυβάδων,
πατρῴων παραδόσεων
τῶν ὑπερμάχων κράζοντες·
Πανευκλεεῖς Διδάσκαλοι,
Πατέρες καὶ Ἱεράρχαι,
λαῶν ηὐγάσατε σκότη.
Θεοτοκίον.

Ἐκ θείου περιβόλου σου,


ἁγνὴ Θεογεννήτρια,
οἱ Κολλυβάδες Πατέρες
ηὔφρανον ἄρτι χορείας
τῶν Ὀρθοδόξων, Δέσποινα,
ἀεὶ μεγαλυνόντων σε
καὶ δοξαζόντων Τόκον σου
μονογενῆ, τὸν Σωτῆρα
παντὸς βροτείου τοῦ γένους.
Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν
Ἀναστάσιμα δ΄ καὶ τῶν Ἁγίων τὰ ἑξῆς Στιχηρὰ
Προσόμοια·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Δεῦτε Κολλυβάδων ὁρμαθὸν


ὕμνοις καταστέψωμεν θείοις,
28

Πατέρων θεοειδῶν,
ἱερὸν Μακάριον,
σεπτὸν Νικόδημον,
θαυμαστὸν Ἀθανάσιον,
σοφὸν Νικηφόρον,
εὐλαβῆ Νεόφυτον,
σεμνὸν Παρθένιον,
Σίλβεστρον, Εὐθύμιον πάνυ,
Χριστοφόρον καὶἸωάσαφ,
κρίνα ὥσπερ Ἄθωνος μυρίπνοα.

Νήφων Ἀθωνῖτα θεαυγές,


Ἀπολλώ, Σισώη, Ἀγάθων,
Φλαβιανὲ θαυμαστέ,
μάκαρ Διονύσιε,
κλυτὲ Γρηγόριε,
θεοφόρε Εὐθύμιε,
Ἀλύπιε σῶφρον,
ἱερὲ Πορφύριε
καὶἈθηνόδωρε
σὺν τῶ Ἰγνατίῳ τῷ θείῳ
καὶ τῷ Ἰωάσαφ, Σκιάθου
ὤφθητε οἰκήτορες περίδοξοι.

Χίου ἀντιλήπτορες θερμοί,


Νεῖλε, Ἰωσήφ, Ἀνανία,
σὺν Μακαρίῳ σεπτῷ
Νικηφόρε Ὅσιε
καὶ Ἀθανάσιε,
θεοφόρε Ἀβέρκιε,
Γερβάσιε πάνυ,
Σεραπίων ἔνθεε,
Καπίτων πάντιμε
σὺν ἑνδεκαρίθμῳ ὁμάδι

τῇ σφαγιασθείσῃ ἐν Μάνδρᾳ
τοῦ Βρετοῦ χερσὶν ἀνόμοις, χαίρετε.

Πάνυ Δανιὴλ ἐκ Ζαγορᾶς


σὺν τῷ Ἀρσενίῳ, ἐν Πάρῳ
τῷ θαυμαστῷ ἀσκητῇ,
φωτοφόρε Κύριλλε,
Ἠλία πάνσοφε,
29

Λογγοβάρδας Φιλόθεε
Ἡγούμενε θεῖε,
ἅμα Ἱερόθεε
θεοφορούμενε,
Πάρον ἡγιάσατε ῥείθροις
τῶν ὑμῶν τιμίων ἱδρώτων,
Κολλυβάδες Ὅσιοι, πανθαύμαστοι.
Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε Ὀρθοδόξων φιλεόρτων οἱ δῆμοι


πανηγυρικῶς ἑορτάσωμεν τὴν τῶν Κολλυβάδων
Πατέρων χορείαν
ὡς ὑπερμάχους τῶν πατρῴων παραδόσεων
καὶ ὀλετῆρας τῶν καινοτόμων
καὶ προβατοσχήμων λύκων τῆς λογικῆς ἀγέλης τῆς
Ἐκκλησίας
ἐν εὐλαβείᾳ αὐτοῖς κραυγάζοντες·
Διδάσκαλοι καὶ Πατέρες πνευματέμφοροι,
οἱ τιμὴν καὶ νῖκος τὴν χλεύην καὶ τὰς ἐξορίας
λογισάμενοι,
στηρίξατε ἡμᾶς ἐν τῇ ὀρθῇ πίστει
καὶ σώσαστε ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε, Θεοτόκε
Παρθένε,...
Δοξολογία Μεγάλη καὶ 'Απόλυσις.

**************************************
*********************
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικά. Εἰς τοὺς Μακαρισμοὺς ψάλλομεν δ΄ ἐκ
τῆς Ὀκτωήχου καὶ ἡ γ΄ καὶ στ΄ ᾠδὴ ἐκ τοῦ Κανόνος
τῶν Ἁγίων.
Τὰ Ἀπολυτίκια καὶ τὸ Κοντάκιον "Προστασία τῶν
Χριστιανῶν ".
Ἀπόστολον· ζήτει τῇ Κυριακῇ τῶν Ἁγίων Πάντων.
Εὐαγγέλιον· τῆς τυχούσης Κυριακῆς.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
30

Μεγαλυνάριον.

Χαίροις, Κολλυβάδων θεοειδῶν


δῆμος, τῶν δογμάτων
τῶν πατρῴων καὶ ἱερῶν
ὁ ὑπερμαχήσας
καὶ φιλοκάλου βάθρον
ὀφθεὶς τῆς Ἐκκλησίας
ἀναγεννήσεως.
Δίστιχον.
Κολλυβάδων Πατέρων ὕμνησε σμῆνος
Ἀγγέλου χάριν εὐλαβῶς Χαραλάμπης.

Τ Ε Λ Ο Σ
Κ Α Ι Δ Ο Ξ Α
Τ ῼ Μ Ο Ν ῼ Α Λ Η Θ Ι Ν ῼ
Θ Ε ῼ Η Μ Ω Ν

Ἀριθμ. Καταλ. Α 506/ 5-9-09

Κολλυβάδες συνυμνούμενοι Ἅγιοι Πατέρες


ἀλφαβητικῶς
31

Ἀβέρκιος, Μονῆς Βρετοῦ


Ἀγαθάγγελος ἐν Σάμῳ
Ἀγάθων ὁ Χῖος
Ἀγάπιος Μεταξᾶς ἐκ Κωνσταντινουπόλεως ἐν Θήρᾳ
Ἀγάπιος ἐκ Δημητσάνης
Ἀγάπιος ὁ Κύπριος
Ἀγάπιος ἐν Πάτμῳ
Ἀθανάσιος ὁ Πάριος
Ἀθηνόδωρος ἢ Ἀπολλόδωρος ὁ Πελοποννήσιος, αὐτάδελφος
Ἀπολλώ
Ἀλύπιος ὁ ἐν Σκιάθῳ
Ἀμφιλόχιος Κάππος, Μητροπολίτης Πηλουσίου
Ἀνανίας
Ἄνθιμος Μονῆς Βρετοῦ, Ὁσιομάρτυς
Ἀπολλὼ ὁ Πελλοπονήσιος
Ἀρσένιος ὁ ἐν Πάρῳ
Ἀρσένιος ὁ Πελοποννήσιος,
Ἀθανάσιος ἐξ Ἀρμενίας
Γαβριὴλ ὁ ἐν Πάτμῳ
Γερβάσιος, Μονῆς Βρετοῦ
Γερμανὸς Μονῆς Βρετοῦ, Ὁσιομάρτυς
Γρηγόριος ὁ ἐκ Σκιάθου, ὁ Χατζησταμάτης
Γρηγόριος ὁ Νισύριος ἢ Γραβανός
Δανιὴλ ἐκ Ζαγορᾶς
Διονύσιος Ἐπιφανιάδης
Δωρόθεος Πρώϊος, Ἱερομάρτυς Μητροπολίτης
Ἀδριανουπόλως,
Εὐθύμιος ὁ Σταυρουδᾶς
Θεοδόσιος, Μητροπολίτης Σάμου
Θεόκτιστος ἐκ Σόφιας ὁ ἐν Πάτμῳ
Θεοφάνης ὁ θαυματουργὸς ἐν Σάμῳ
Θεοφάνης ὁ Ἁγιαννανίτης Ὁσιομάρτυς
Ἠλίας ὁ Γεωγιάδης, ἐν Πάρῳ
Ἰάκωβος ὁ Χῖος
Ἰγνάτιος ὁ Πελοποννήσιος, αὐτάδελφος Ἀπολλώ
Ἱερόθεος ἐκ Σηλυβαίνης Καλαβρύτων ἐν Καψάλᾳ καὶ
Ὕδρα
Ἱερόθεος Βοσυνιώτης
Ἰσίδωρος ὁ Σάμιος, ὁ Κυριακόπουλος
Ἰωάσαφ ὁ Χῖος
Ἰωάσαφ ὁ Κοντός, ὁ Πάριος
Ἰωάσαφ ὁ Ῥοδίος
Ἰωσὴφ ἐκ Φουρνᾶ
Καπίτων, Μονῆς Βρετοῦ, Ἱερομάρτυς
32

Καρύων, Μονῆς Βρετοῦ, Ὁσιομάρτυς


Κασσιανὸς ὁ ἐν Σκιάθῳ
Κύριλλος ὁ Παπαδόπουλος, ὁ ἐν Πάρῳ
Κύριλλος, Μονῆς Βρετοῦ, Ὁσιομάρτυς
Κύριλλος ὁ ἀντιγραφεὺς ἐκ τῆς Μονῆς Προυσοῦ
Κωνστάντιος ἐκ Γούρας Θεσσαλίας ἐν Ὕδρα
Μακάριος ὁ Νοταρᾶς, Ἀρχιεπίσκοπος Κορίνθου
Μελέτιος ὁ Χῖος
Νεῖλος ὁ Καλόγνωμος
Νεῖλος, Μονῆς Βρετοῦ, Ὁσιομάρτυς
Νεόφυτος, Πατριάρχης Κωνσταντινουπόλεως
Νεόφυτος Καυσοκαλυβίτης
Νεόφυτος ὁ Σκοῦρτος
Νήφων ὁ Χῖος
Νικηφόρος ὁ Χῖος
Νικηφόρος ὁ ἐν Πάτμῳ
Νικόδημος ὁ Ἁγιορείτης
Νικόδημος ὁ Κάππος
Νικόλαος, Μονῆς Βρετοῦ, Ὁσιομάρτυς
Νίκων, Μονῆς Βρετοῦ, Ὁσιομάρτυς
Παΐσιος ὁ Ἁγιαννανίτης Ὁσιομάρτυς
Παΐσιος ὁ Βελιτσκόφσυ
Παρθένιος ὁ Σκοῦρτος
Παρθένιος Παρθενιάδης, ὁ ἐν Διδυμοτείχῳ
Ἱερομάρτυς
Πορφύριος, ὁ ἐκ Γωνίας Θήρας
Σαμουήλ, Μονῆς Βρετοῦ, Ὁσιομάρτυς
Σεραπίων, Μονῆς Βρετοῦ
Σεραπίων, Μονῆς Βρετοῦ, Ὁσιομάρτυς
Σέρηδος, Μονῆς Βρετοῦ, Ὁσιομάρτυς
Σίλβεστρος ὁ Καισαρεύς
Σισώης ὁ Κεφαλλήν
Φιλόθεος Γεωργίου
Φιλόθεος ὁ Βοσυνιώτης
Φλαβιανὸς ὁ ἐν Σκιάθῳ
Χαρίτων ὁ Ἰκάριος
Χριστόφορος Προδρομίτης

Anda mungkin juga menyukai