Anda di halaman 1dari 2

- 200 -

ΕΥΛΟΓΗΤΑΡΙΑ ΑΝΑΣΤΑΣΙΜΑ
Ἦχος πλ. α'.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν Σε ἐν νε-
κροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτὴρ τὴν ἰσχὺν
καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ
ἐξ ῞ᾼδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθή-
τριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος
προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν
τάφον καὶ ἤσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνή-
ματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά
σου θρηνολογοῦσαι· ἀλλ᾽ ἐπέστη πρὸς αὐτὰς ὁ Ἄγ -
γελος καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαί-
ετε· τὴν Ἀνάστασιν δὲ Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς
τὸ μνῆμά Σου, Σῶτερ, ἐνηχοῦντο, Ἀγγέλου τρανῶς
πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν τὸν ζῶντα
λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος.
ΕΥΛΟΓΗΤΑΡΙΑ ΑΝΑΣΤΑΣΙΜΑ - 201 -
Δόξα Πατρὶ... Τριαδικόν.
Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε
καὶ τὸ ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα ἐν μιᾷ τῇ
οὐσίᾳ, σὺν τοῖς Σεραφείμ κράζοντες· τὸ Ἅγιος,
Ἅγιος, Ἅγιος εἶ Κύριε.
Καὶ νῦν... Θεοτοκίον.
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀ-
δὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης πα-
ρέσχες· ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ
σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ
Θεός.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ
Θεός.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ
Θεός, ἡ Ἐλπὶς ἡμῶν, Κύριε, Δόξα Σοι.

Ἡ Ἀνάστασις
τοῦ Χριστοῦ
ἐκ τοῦ Τάφου.
(Φορητὴ εἰκών,
εὐλογία τοῦ Πα-
ναγίου Τάφου,
Ἱεροσόλυμα)

Anda mungkin juga menyukai